Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.34.2 | Hdt. 1.35.3 (English) | >>Hdt. 1.36.3 |
1.35.1
ἔχοντι note δέ οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον , ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος καὶ οὐ καθαρὸς χεῖρας , ἐὼν Φρὺξ μὲν γενεῇ , γένεος δὲ τοῦ βασιληίου . παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι , Κροῖσος δέ μιν ἐκάθηρε .
1.35.2 ἔστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι . ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος , ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη , λέγων τάδε ·
1.35.3 “ὤνθρωπε , τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο ; τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας ;” ὁ δὲ ἀμείβετο · “ὦ βασιλεῦ , Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς , ὀνομάζομαι δὲ Ἄδρηστος , φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων .”
1.35.4 Κροῖσος δέ μιν ἀμείβετο τοισίδε · “ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους , ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου , συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον .”
ch. 36
1.36.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.34.2 | Hdt. 1.35.3 (English) | >>Hdt. 1.36.3 |